Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.70.4 | Hdt. 9.71.3 (English) | >>Hdt. 9.73.2 |
9.71.1
ἠρίστευσε δὲ τῶν βαρβάρων πεζὸς μὲν ὁ Περσέων , ἵππος δὲ ἡ Σακέων , ἀνὴρ δὲ λέγεται Μαρδόνιος · Ἑλλήνων δέ , ἀγαθῶν γενομένων καὶ Τεγεητέων καὶ Ἀθηναίων , ὑπερεβάλοντο ἀρετῇ Λακεδαιμόνιοι .
9.71.2 ἄλλῳ μὲν οὐδενὶ ἔχω ἀποσημήνασθαι (ἅπαντες γὰρ οὗτοι τοὺς κατʼ ἑωυτοὺς ἐνίκων ), ὅτι δὲ κατὰ τὸ ἰσχυρότερον προσηνείχθησαν καὶ τούτων ἐκράτησαν . καὶ ἄριστος ἐγένετο μακρῷ Ἀριστόδημος κατὰ γνώμας τὰς ἡμετέρας , ὃς ἐκ Θερμοπυλέων μοῦνος τῶν τριηκοσίων σωθεὶς εἶχε ὄνειδος καὶ ἀτιμίην . μετὰ δὲ τοῦτον ἠρίστευσαν Ποσειδώνιός τε καὶ Φιλοκύων καὶ Ἀμομφάρετος ὁ Σπαρτιήτης .
9.71.3 καίτοι γενομένης λέσχης ὃς γένοιτο αὐτῶν ἄριστος , ἔγνωσαν οἱ παραγενόμενοι Σπαρτιητέων Ἀριστόδημον μὲν βουλόμενον φανερῶς ἀποθανεῖν ἐκ τῆς παρεούσης οἱ αἰτίης , λυσσῶντά τε καὶ ἐκλείποντα τὴν τάξιν ἔργα ἀποδέξασθαι μεγάλα , Ποσειδώνιον δὲ οὐ βουλόμενον ἀποθνῄσκειν ἄνδρα γενέσθαι ἀγαθόν · τοσούτῳ τοῦτον εἶναι ἀμείνω .
9.71.4 ἀλλὰ ταῦτα μὲν καὶ φθόνῳ ἂν εἴποιεν · οὗτοι δὲ τοὺς κατέλεξα πάντες , πλὴν Ἀριστοδήμου , τῶν ἀποθανόντων ἐν ταύτῃ τῇ μάχῃ τίμιοι ἐγένοντο · Ἀριστόδημος δὲ βουλόμενος ἀποθανεῖν διὰ τὴν προειρημένην αἰτίην οὐκ ἐτιμήθη .
ch. 72
9.72.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.70.4 | Hdt. 9.71.3 (English) | >>Hdt. 9.73.2 |